Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.173 Joseph. AJ 7.177 (English) >>Joseph. AJ 7.182

7.175παραιτησαμένου δʼ ὡς μὴ βαρὺς αὐτῷ γένοιτο, τοὺς ἀδελφοὺς ἀποστεῖλαι παρεκάλεσε. πέμψαντος δὲ τοῖς ἰδίοις ἐκέλευσεν ὁπηνίκʼ ἂν ἴδωσι τὸν Ἀμνῶνα μέθῃ παρειμένον καὶ κάρῳ, νεύσαντος αὐτοῦ φονεύσωσι μηδένα φοβηθέντες. 7.176

Ὡς δʼ ἐποίησαν τὸ προσταχθὲν ἔκπληξις καὶ ταραχὴ τοὺς ἀδελφοὺς λαμβάνει, καὶ δείσαντες τοῖς αὑτῶν ἐμπηδήσαντες ἵπποις ἐφέροντο πρὸς τὸν πατέρα. φθάσας δέ τις αὐτοὺς ἅπαντας ὑπὸ Ἀψαλώμου πεφονεῦσθαι τῷ πατρὶ προσήγγειλεν. 7.177 δʼ ὡς ἐπὶ παισὶν ὁμοῦ τοσούτοις ἀπολωλόσι καὶ τοῦθʼ ὑπʼ ἀδελφοῦ τῆς λύπης κἀπὶ τῷ κτεῖναι δυναμένης δοκοῦντι γινομένης πικρότερον, συναρπαγεὶς ὑπὸ τοῦ πάθους οὔτε τὴν αἰτίαν ἀνέκρινεν οὔτʼ ἄλλο τι μαθεῖν οἷον εἰκὸς τηλικούτου προσηγγελμένου κακοῦ καὶ διʼ ὑπερβολὴν ἀπιστίαν ἔχοντος περιέμεινεν, ἀλλὰ καταρρηξάμενος τὴν ἐσθῆτα καὶ ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν ἔκειτο πενθῶν τοὺς υἱοὺς ἅπαντας καὶ τοὺς ἀποθανεῖν δεδηλωμένους καὶ τὸν ἀνῃρηκότα. 7.178 δὲ Σαμᾶ τοῦ ἀδελφοῦ αὐτοῦ παῖς Ἰωνάθης ἀνεῖναί τι τῆς λύπης παρεκάλει καὶ περὶ μὲν τῶν ἄλλων μὴ πιστεύειν ὡς τεθνᾶσιν, οὐδὲ γὰρ αἰτίαν εὑρίσκειν ὑπολαμβάνειν, περὶ δʼ Ἀμνῶνος ἐξετάζειν ἔφη δεῖν· εἰκὸς γὰρ διὰ τὴν Θημάρης ὕβριν ἀποτολμῆσαι τὸν Ἀψάλωμον τὴν ἀναίρεσιν τὴν ἐκείνου. 7.179μεταξὺ δὲ κτύπος ἵππων καὶ θόρυβος προσιόντων τινῶν αὐτοὺς ἐπέστρεψεν· ἦσαν δʼ οἱ τοῦ βασιλέως παῖδες οἱ διαδράντες ἀπὸ τῆς ἑστιάσεως. ὑπαντᾷ δʼ αὐτοῖς πατὴρ θρηνοῦσι λυπούμενος καὶ παρʼ ἐλπίδας ὁρῶν οὓς ἀκηκόει μικρὸν ἔμπροσθεν ἀπολωλότας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.173 Joseph. AJ 7.177 (English) >>Joseph. AJ 7.182

Powered by PhiloLogic